Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.116 Joseph. AJ 6.120 (English) >>Joseph. AJ 6.124

6.118τοῦ δὲ Σαούλου τοῦτο φήσαντος, ἐπεὶ κατά τινα δρυμὸν ἐγένοντο βαθὺν καὶ μελισσῶν γέμοντα τῆς Ἐφράμου κληρουχίας, τοῦ Σαούλου παῖς οὐκ ἐπακηκοὼς τῆς τοῦ πατρὸς ἀρᾶς οὐδὲ τῆς ἐπʼ αὐτῇ τοῦ πλήθους ὁμολογίας ἀποθλίψας τι κηρίον τοῦ μέλιτος ἤσθιε. 6.119μεταξὺ δὲ γνοὺς, ὅτι μετὰ δεινῆς ἀρᾶς πατὴρ ἀπεῖπε μὴ γεύσασθαί τινα πρὸ ἡλίου δυσμῶν, ἐσθίων μὲν ἐπαύσατο, ἔφη δὲ οὐκ ὀρθῶς κωλῦσαι τὸν πατέρα· μετὰ μείζονος γὰρ ἰσχύος ἂν καὶ προθυμίας διώκοντας, εἰ τροφῆς μετελάμβανον, πολλῷ πλείονας τῶν ἐχθρῶν καὶ λαβεῖν καὶ φονεῦσαι. 6.120

Πολλὰς γοῦν κατακόψαντες μυριάδας τῶν Παλαιστίνων δείλης ὀψίας ἐπὶ διαρπαγὴν τοῦ στρατοπέδου τῶν Παλαιστίνων τρέπονται, καὶ λείαν πολλὴν καὶ βοσκήματα λαβόντες κατασφάζουσι καὶ ταῦτʼ ἔναιμα κατήσθιον. ἀπαγγέλλεται δὲ τῷ βασιλεῖ ὑπὸ τῶν γραμματέων, ὅτι τὸ πλῆθος εἰς τὸν θεὸν ἐξαμαρτάνει θῦσαν καὶ πρὶν τὸ αἷμα καλῶς ἀποπλῦναι καὶ τὰς σάρκας ποιῆσαι καθαρὰς ἐσθίον. 6.121καὶ Σαοῦλος κελεύει κυλισθῆναι λίθον μέγαν εἰς μέσον καὶ κηρύσσει θύειν ἐπʼ αὐτοῦ τὸν ὄχλον τὰ ἱερεῖα καὶ τὰ κρέα μὴ σὺν τῷ αἵματι δαίνυσθαι· τοῦτο γὰρ οὐκ εἶναι τῷ θεῷ κεχαρισμένον. τοῦτο δὲ πάντων κατὰ τὴν πρόσταξιν τοῦ βασιλέως ποιησάντων ἵστησιν ἐκεῖ βωμὸν Σαοῦλος καὶ ὡλοκαύτωσεν ἐπʼ αὐτοῦ ἐκεῖ τῷ θεῷ. τοῦτον πρῶτον βωμὸν κατεσκεύασεν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.116 Joseph. AJ 6.120 (English) >>Joseph. AJ 6.124

Powered by PhiloLogic